|
TLG 1493 001 :: MELINNO :: Εἰς Ῥώμην Εἰς Ῥώμην fr. 541 Citation: Fragment — (line) | |||
541(t) | εἰς Ῥώμην | ||
| 1 | ⊗ | χαῖρέ μοι, Ῥώμα, θυγάτηρ Ἄρηος, χρυσεομίτρα δαΐφρων ἄνασσα, σεμνὸν ἃ ναίεις ἐπὶ γᾶς Ὄλυμπον αἰὲν ἄθραυστον. | |
|---|---|---|---|
| 5 | σοὶ μόνᾳ, πρέσβιστα, δέδωκε Μοῖρα κῦδος ἀρρήκτω βασιλῇον ἀρχᾶς, ὄφρα κοιρανῇον ἔχοισα κάρτος ἀγεμονεύῃς. σᾷ δ’ ὐπὰ σδεύγλᾳ κρατερῶν λεπάδνων | ||
| 10 | στέρνα γαίας καὶ πολιᾶς θαλάσσας σφίγγεται· σὺ δ’ ἀσφαλέως κυβερνᾷς ἄστεα λαῶν. πάντα δὲ σφάλλων ὁ μέγιστος αἰὼν | ||
| καὶ μεταπλάσσων βίον ἄλλοτ’ ἄλλως | 268 | ||
| 15 | σοὶ μόνᾳ πλησίστιον οὖρον ἀρχᾶς οὐ μεταβάλλει. ἦ γὰρ ἐκ πάντων σὺ μόνα κρατίστους ἄνδρας αἰχματὰς μεγάλους λοχεύεις εὔσταχυν Δάματρος ὅπως ἀνεῖσα | ||
| 20 | καρπὸν †ἀπ’ ἀνδρῶν. * | 269 | |